Το ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΚΥΡΙΑΚΗΣ Δ’ ΜΑΤΘΑΙΟΥ (Ματθ. 8, 5-13) Τῷ καιρῷ ἐκείνῳ, εἰσελθόντι τῷ ᾿Ιησοῦ εἰς Καπερναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων· Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. Καὶ λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ᾿Εγὼ ἐλθὼν θεραπεύσω αὐτόν. Καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ. ᾿Ακούσας...
Κυριακή Δ’ Ματθαίου: Το παράδειγμα του Εκατόνταρχου, π. Γεώργιος Μεταλληνός





